Benchmarks
View scores and output across OCR models spanning many document categories.
Want to run these evals on your own documents?
Talk to Sales19
Ταῖς ἀρεταῖς ἐκλαμπρύνας ψυχὴν καὶ ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης, εἰς Χριστοῦ Βασιλείαν, Δαμασκηνὲ Στουδίτα προσφέρων Αὐτῷ, τὰ τῶν πόνων σου δράγματα· καλὸς Ποιμὴν δὲ τῆς Ἄρτης ἀναδειχθείς, τὰ σὰ τέκνα περιφρούρησον.
Τὸ τῆς Μονῆς τοῦ Στουδίου, σεπτὸν ἐκβλάστημα καί ποίμνης τῶν Ἀρταίων, σοφόν Ἀρχιερέα, ὑμνοῦμεν σε ἀξίως Δαμασκηνέ, τῶν πιστῶν τὸ θησαύρισμα, τῶν χαμαιζήλων γὰρ πάντων ὑπεραρθείς, οὐρανῶν πολίτης γέγονας.
Δόξα. Ἦχος β'.
Ὅσιε Πάτερ, εἰς Στουδιτῶν Μονὴν τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος· καὶ παρ' Αὐτοῦ λαβὼν σοφίαν βαθυτάτην, ἔπεισας τοὺς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων. Νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Ἱεράρχα Ἀρταίων, Πάτερ ἡμῶν Δαμασκηνὲ Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, Ὅν ὡς βρέφος Πάναγνε, Σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν Σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.