Talk to Sales

Benchmarks

View scores and output across OCR models spanning many document categories.

Want to run these evals on your own documents?

Talk to Sales
Page 1

218

Ὁμιλία μετὰ τὴν Α΄. πρὸς Κορινθίους ἐπιστολὴν τοῦ Παύλου

ναβαίνω νοερῶς εἰς τοῦ Γολγοθᾶ τὸ ὄρος, καὶ βλέπω ἐκεῖ τὸν Ἰησοῦν Χριστὸν ἀναμάρτητον σωτῆρά μου ἐπὶ σταυροῦ κρεμάμενον, καὶ ὑπὸ τῆς ὀδύνης τῶν πληγῶν καὶ τῶν πόνων τοῦ σταυροῦ καταθλιβόμενον, καὶ ἀκούω ὅτι δικαιολογεῖ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ παρακαλεῖ ὑπὲρ τῶν σταυρωσάντων αὐτὸν, λέγων. » Πά- τερ ἄφες αὐτοῖς ν· οὐ γὰρ οἴδασι τὶ ποι- » οῦσι»· θαυμάζω καὶ ἐκπλήττομαι καθορῶν τὴν ἄπειρον ἀνεξικακίαν αὐτοῦ καὶ εὐσπλαγχνίαν, ἔρχονται δὲ δάκρυα εἰς τοὺς ὀφθαλμούς μου, καὶ αὐτὴ δὲ ἡ συνείδησίς μου διδάσκει με τότε, λέγουσα· συγχώρησον καὶ σὺ τοὺς ἐχθροὺς σου, καθὼς ὁ λυτρωτὴς καὶ δεσπότης σου· πλὴν ὁ ὑπὸ τοῦ μίσους καὶ τῆς φιλαυτίας διεφθαρμένος νοῦς μου, εὑρίσκων λόγον προφάσεως τὴν τοῦ Ἰησοῦ Χριστοῦ θεότητα, λέγει μοι εὐθύς· ὁ Ἰησοῦς Χριστὸς θεὸς ὢν, καὶ ἀπείρους ἔχων τὰς τελειότητας, ἄπειρον ἔχει καὶ τὴν ἀνεξικακίαν καὶ τὸ ἔλεος, σὺ δὲ ἄνθρωπος ὢν, ἀτελέστατος ὑπάρχεις καὶ ἐμπαθέστατος, ὅθεν οὐ δύνασαι μιμητὴς αὐτοῦ γενέσθαι, οὐ δύνασαι γενέσθαι τόσον ἀνεξίκακος καὶ εὐσπλαγχνος, ὅσον αὐτὸς ἐγένετο· διὰ ταύτης δὲ τῆς προφάσεως ψυχραίνεται τῆς ψυχῆς μου ἡ ζέσις, καὶ τῆς συνειδήσεώς μου ἡ προτροπή· πᾶς χριστιανὸς, συλλογιζόμενος τὰς ἀρετὰς τοῦ Ἰησοῦ Χριστοῦ, θαυμάζει καὶ ἀπορεῖ, κατανύγεται καὶ θέλει μιμητὴς αὐτοῦ γενέσθαι, πλὴν στοχαζόμενος, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἐστιν οὐ μόνον ἄν

θρωπος, ἀλλὰ καὶ θεὸς, προφασίζεται καὶ παραιτεῖ τὸ τοιοῦτον ἐπιχείρημα.

Ἀλλ᾿ ὅταν βλέπῃς εἰς τὸν ἀπόστολον Παῦλον τόσην ταπείνωσιν, ὅσην ἐφανέρωσεν, ὀνομάσας ἑαυτὸν ἀποσάρωμα τοῦ κόσμου καὶ σπόγγισμα τῆς ἀκαθαρσίας πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων·» Ὡς περ
» ρικαθάρματα τοῦ κόσμου ἐγενήθημεν,
» καὶ πάντων περίψημα ἕως ἄρτι»· Σὺ δὲ, αἴρων τὰς ὀφρύας, καυχᾶσαι ἐπὶ τῇ ἀρετῇ σου, ἢ ἐπὶ τῇ εὐγενείᾳ σου, ἢ ἐπὶ τῷ πλούτῳ σου, ἢ ἐπὶ τῇ ἐξουσίᾳ σου καὶ τοῖς ἀξιώμασί σου, ποίαν πρόφασιν ἔχεις; ὁ Παῦλος οὐκ ἦν θεάνθρωπος, ὡς ὁ Ἰησοῦς Χριστός, ἀλλ᾽ ἄνθρωπος μόνον ὥσπερ καὶ σύ. Πῶς οὖν αὐτὸς, κἂν σκεῦος ἦν ἐκλογῆς, κἂν διδάσκαλος τῆς οἰκουμένης, κἂν παντὸς τοῦ κόσμου φωστήρ, κἂν ἀνέβη » Ε-
» ὡς τρίτου οὐρανοῦ, καὶ ἤκουσεν ἄῤῥητα
» ῥήματα », ἐδυνήθη καταβῆναι εἰς τόσον βάθος ταπεινώσεως· σὺ δὲ ἄνθρωπος ὢν, καθὼς καὶ ἐκεῖνος, ὑψηλοφρονεῖς, κἂν μὴ ἔχῃς τὰ χαρίσματα ἐκείνου, ἀποστρεφόμενος τὴν μεγάλην ἀρετὴν τῆς ταπεινοφροσύνης; ποίαν πρόφασιν εὑρίσκει ὁ νοῦς σου περὶ τούτου; ποίαν ἀπολογίαν ἔχω ἐγὼ, ὅταν ἐνατενίζων εἰς τὸν Παῦλον, βλέπω αὐτὸν πεινῶντα, διψῶντα, γυμνητεύοντα, κολαφιζόμενον, ἀστατοῦντα, κοπιῶντα, ἐργοχειροῦντα διὰ ἀγάπην τοῦ Ἰησοῦ Χριστοῦ, καὶ σωτηρίαν τοῦ πλησίον· ἐγὼ δὲ οὐ μόνον πεῖναν καὶ δίψαν οὐχ ὑποφέρω, ἀλλ᾽ οὐδὲ ἐγκράτειαν ὀλίγων τροφῶν εἰς τὸν καιρὸν τῆς νηστείας· οὐ

Λουκ. 23. 24.

Πράξ. θ. 15.

2. Κορ. 12. 2. 4.

1. Κορ. 2. 11. 12.